Ancient Greek
BGU 2 427
Documentary Papyri, Bgu 2 427
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι ι διὰ τῆς Σαραπίωνος τραπέζης Γυμνασίου. Στοτοῆτις Στοτοήτεως τοῦ Στοτοήτεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἀμμωνίωι Ὠριγένους τοῦ Ἡρακλείδου Σωσικοσμείωι τῷ καὶ Ἀλθαιεῖ διὰ φροντιστοῦ Πανεφρέμμεως Σαταβοῦτος τοῦ Σαταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς πεπρακέναι αὐτὸν τῶι Στοτοήτι κάμηλον θήλειαν κεχαραγμένην ἐπὶ τοῦ δεξιοῦ μηροῦ ι νυ ητα, ὃν καὶ παρέλαβεν ὁ Στοτοῆτις καὶ ἀπογράψεται εἰς τὴν τοῦ ἐνεστῶτος ἔτους τῶν θρεμμάτων ἀπογραφὴν καὶ ἀπέχειν τὸν Πανεφρέμμιν τὰς λοιπὰς τῆς τιμῆς ἀργυρίου δραχμὰς ἑκατὸν καὶ παρέξεται τὸν Ἀμμώνιον εὐδοκοῦντα τῇδε τῇ πράσει καὶ βεβαιώσει πάσῃ βεβαιώσει. ἔγραψεν ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα Ἡρακλείδης Ἰσιδώρου. Ἀμμώνιος Ὠριγένους τοῦ Ἡρακλείδου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς διὰ φροντιστοῦ Πανεφρέμμεως πέπρακα τὸν κάμηλον θήλειαν, οὗ τὸ σημεῖον πρόκιται, ὃν καὶ ἀπογράψεται ὁ Στοτοῆτις καὶ ἀπέχω τὰς λοιπὰς τῆς τιμῆς ἀργυρίου δραχμὰς ἑκατόν ,καθὼς πρόκειται. Ἡρακλείδης Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.