Ancient Greek
BGU 2 455
Documentary Papyri, Bgu 2 455
Not analysed yet
Κόμωνι νεοκόρῳ τοῦ μεγάλου Σαραπίδος ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Μάρκου Λουκρητίου Πούδεντος στρατιώτου λεγιῶνος δευτέρας καὶ εἰκοστῆς κεντυρίας Κοκκηίου Πούδεντος. τοῦ προειμένου μοι χειρογράφου ἀντίγραφον ὑπόκειται. Λούκιος Λογγῖνος Φαβοῦλλος στρατιώτης κλάσσης Ἀλεξανδρείνης λιβερνοῦ Σώλου Μάρκῳ Λουκρητίῳ Πούδεντι στρατιώτῃ λεγιῶνος δευτέρας καὶ εἰκοστῆς κεντουρίας Πομπηίου Πούδεντος χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν ὑπάρχουσάν μοι μητρικὴν χορτοθήκην οὖσαν περὶ κώμην Νέστου ἐποικίου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ, ἧς γείτονες νότου ἄβροχος, βορρᾶ Ἀρσινόης Φειβῶτος καὶ ἐπί τι δημοσία ὁδός, λιβὶ κῆπος …ιος, ἀπηλιώτῃ δημοσία ὁδὸς καὶ ἐπί τι …τιμῆς ἀργυρίου δραχμῶν …παρὰ σοῦ …νομίσματος …Ἐπεὶφ τριακάδι ……μι…εν… κυρίου ουε… χειρόγραφον δεδημοσιωμένον Φαβούλλου.