Ancient Greek
BGU 2 465
Documentary Papyri, Bgu 2 465
Not analysed yet
…ἔχειν παρʼ ὑμῶν χρῆσιν ἀργυρίου κεφαλαίου σεβαστοῦ νομίσματος δραχμὰς …ἑκατὸν τεσσεράκοντα ὀκτώ ,αἵπερ εἰσὶ λοιπαὶ ἀπὸ ὅλων ἀργυρίου δραχμῶν τριακοσίων ,ἃς ἐσχήκειν παρʼ ὑμῶν διὰ χειρὸς ὡς εἰς τιμὴν πυροῦ, τὰς δὲ προκειμένας ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα ὀκτώ ,οὔσας λοιπάς, ὡς πρόκιται, τιμῆς πυροῦ, ἀποδώσω ἕως τῆς πέμπτης τοῦ ἐνεστῶτος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἔτους, τῆς πράξεως ὑμῖν οὔσης ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. τὸ δὲ χειρόγραφον τοῦτο ἰδιόγραφόν μοι ὂν δισσὸν ὑμῖν ἐξεδόμην. ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ α. …μ… ἔχειν παρʼ ὑμῶν χρῆσιν ἀργυρίου κεφαλαίου σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν τεσσεράκοντα ὀκτώ ,αἵπερ εἰσὶ λοιπαὶ ἀπὸ ὅλων ἀργυρίου δραχμῶν τριακοσίων ,ἃς ἐσχήκειν παρʼ ὑμῶν διὰ χειρὸς ὡς εἰς τιμὴν πυροῦ, τὰς δὲ προκειμένας ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα ὀκτώ ,οὔσας λοιπὰς, ὡς πρόκειται, τιμῆς πυροῦ, ἀποδώσω ἕως τῆς πέμπτης τοῦ ἐνεστῶτος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἔτους, τῆς πράξεως ὑμῖν οὔσης ἐκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. τὸ δὲ χειρόγραφον τούτο, ἰδιόγραφόν μοι ὂν δισσὸν ὑμῖν ἐξεδόμην. ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ α.