Ancient Greek
BGU 2 472 col. 2
Documentary Papyri, Bgu 2 472_2
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι κϛ. διὰ τῆς Σαβείνου τραπέζης Ἀθηνᾶς Οὐαλερία Διοδώρα μετὰ κυρίου τοῦ ἀνδρὸς Λιμναίου τοῦ Πεθέως Τασουχαρίῳ Πτολεμαίου τοῦ Ὀννώφρεως, ὡς ἐτῶν λδ ἀσήμῳ μετὰ κυρίου τοῦ συνγενοῦς Πασίωνος τοῦ Σωκράτους τοῦ …ει… τος ὡς ἐτῶν κϛ, οὐλὴ μετώπῳ μέσῳ ἀπέχειν αὐτὴν παρὰ τῆς Οὐαλερίας Διοδώρας ἃς ὤφειλεν αὐτῇ κατὰ χρεωστικὴν ἀσφάλειαν τελειωθεῖσαν τῷ δευτέρῳ ἔτει Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείῳ τριακάδι, ἣν καὶ ἄκυρον εἶναι σὺν ταῖς διʼ αὐτῆς ἐνγεγραμμέναις διαστολαῖς, ἀργυρίου δραχμὰς τετρακοσίας ὀκτὼ καὶ μηδὲν αὐτὴν ἐνκαλεῖν …Ἀπολ…α…σα…τα