Ancient Greek
BGU 2 484
Documentary Papyri, Bgu 2 484
Not analysed yet
παρὰ Πρωτᾶ κωμογραμματέως Θεογονίδος καὶ Κερκευσίρεως διάστρωμα πρὸς ἐπίκρισιν κατʼ οἰκίαν ἀπογραφῆς πρὸς τὸ ι ἔτος τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου Εὐσεβῶν Σεβαστῶν καὶ Γέτα τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ καὶ τω…ωι γενομεν… θείσης δὲ νῦν γενέσθαι ἀκολούθως τοῖς ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σουβαττιανοῦ Ἀκύλου γραφεῖσι, ὧν ἀντίγραφον ἑξῆς ὑπέταξα, τ… τεθὲν ἐκ τῶν καὶ ἐμοὶ ἐπιδοθέντων ὑπὸ τῶν ἀναδοθέντων ἐπὶ τὰ τῆς κώμης λαογράφων. ἔστι δὲ τῶν γραφέντων ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος ἀντίγραφον. Σουβαττιανὸς Ἀκύλας στρατηγοῖς καὶ βασιλικοῖς γραμματεῦσιν ἐπιστρατηγίας ζ νομῶν καὶ Ἀρσινοΐτου χωρὶς Ἡρακλεοπολίτου χαίρειν —. τὰ γραφέντα ὑπʼ ἐμοῦ στρατηγῷ καὶ βασιλικῷ Ἡρακλεοπολίτου περὶ τῆς …