Ancient Greek
BGU 2 514
Documentary Papyri, Bgu 2 514
Not analysed yet
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Φαμενὼθ α ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πτολεμαῖος Πτολεμαίου τοῦ …υ μητρὸς …ρ… πεως ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν …οὐλὴ …μέσῃ Πακύσι Ὀννώφρεως τοῦ Σαταβοῦτος ὡς ἐτῶν κ οὐλὴ γόνατι ἀριστερῷ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ Πακύσεως διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο καὶ μέτρῳ ἑξαχοινίκῳ πυροῦ ἀρτάβας …ἃς ὤφειλεν αὐτῷ καθʼ ὁμολογίαν τελειωθεῖσαν τῷ ε μηνὶ Ἁδριανῷ διὰ γραφείου κώμης Βακχιάδος, ἣν καὶ ἀναδέδωκεν αὐτῷ ὁ ὁμολογῶν Πτολεμαῖος τῷ Πακύσι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν σὺν ταῖς ταύτης διαστολαῖς …καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐπελεύσασθαι μηδὲ Πτολεμαῖον μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Πακῦσιν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας κατὰ μηδένα τρόπον …Πτολεμαῖος Πτολεμαίου ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Πακύσεως τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο καὶ πυροῦ ἀρτάβας …ὡς πρόκιται. Πασίων Πεθέως ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.