Ancient Greek
BGU 2 523
Documentary Papyri, Bgu 2 523
Not analysed yet
Μάξιμος Διονυσίῳ τῷ φιλτάτῳ χαίρειν ἔπεμψά σοι φάσιν περὶ τοῦ χαλκοῦ καὶ ἀντέγραψας λέγων πέμψον ἃ ἀφήκαμεν ἐγγύς σου ἵνʼ οὖν εἰδῇς, Διδᾶτι μεταδέδωκα ἐπέμψατό μοι ἐγγὺς τοῦ ἀδελφοῦ Ἀπολλωνίου περὶ πράγματος ἔπεισα Ἀπολλώνιον, δύνῃ καὶ σύ, ἐὰν ἀναβῇς, πεισθῆναι οἰδάς μου γὰρ τὴν πρὸς ἐμὲ καὶ σὲ φιλίαν. τὰς οὖν δραχμὰς ἑξήκοντα δὸς αὐτὰς Ἤλιτι τῷ ἐμῷ. ἄσπασαι τὴν σύνβιόν σου καὶ τοὺς ἐνοίκους πάντας ἐρρῶσθαι εὔχομαι ἀπόδος Διονυσίῳ ἀπὸ Μαξίμου …