Ancient Greek
BGU 2 525
Documentary Papyri, Bgu 2 525dupl
Not analysed yet
ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων Φαρμοῦθι β Ταπεθεὺς Πτολεμαίου τοῦ Ζηνᾶ ἐμαρτυροποιήσατο ἐκγεγράφθαι καὶ προσαντιβεβληκέναι ἐκ τεύχους βιβλιδίον Τίτου Πακτουμηίου Μάγνου ἐπάρχου Αἰγύπτου, προτεθέντων ἐν Ἰουλιοπόλει διαλογιζομένου τοῦ λαμπροτάτου ἡγεμόνος ἐν ᾧ βιβλιδίῳ ἐνγεγραμμένα ἦν τὰ ὑπογεγραμμένα· Τίτῳ Πακτουμηίῳ Μάγνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Ταπεθέως Πτολεμαίου τοῦ Ζηνᾶ ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου. τῆς εἰς ἅπαντας εὐεργεσίας, ἡγεμὼν μέγιστε, καὶ αὐτὴ γυνὴ ἀβοήθητος καὶ μηδεμίαν βοήθειαν ἔχουσα εἰ μὴ ὑπὸ σοῦ τοῦ κυρίου τὴν ἐπὶ σὲ καταφυγὴν ἐποιησάμην …κυρίων …