Ancient Greek
BGU 2 537
Documentary Papyri, Bgu 2 537dupl
Not analysed yet
Κρόκῳ κωμογραμματεῖ κώμης Σοκνοπαίου Νήσου παρὰ Ἁτρῆτος Σαταβοῦτος τοῦ Πανεφρέμμεως μητρὸς Σεγάθεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφὴν ἐν ᾗ καταγείνομαι ἐν οἰκίᾳ μητρικῇ ἐν τῇ κώμῃ. εἰμὶ δὲ ὁ προγεγραμμένος Ἁτρῆς ἐτῶν κε ἄσημος καὶ τὴν γυναῖκά μου Ἰσάριον ἀπάτορα μητρὸς Τανεφρέμμεως τῆς Πανομιέως ἐτῶν α… ἄσημον. ὑπάρχει δὲ αὐτῇ ἐν τῇ κώμῃ οἰκίαι δύο καὶ τέταρτον μέρος μαμμικὸν, καὶ Ταπετσῖρις Στοτοήτεως τοῦ Πανεφρέμμεως μητρὸς Ταπετσίρεως ἐτῶν ιβ ἄσημος. ὑπάρχει δὲ τῇ Ταπετσίρει οἰκίαι δύο καὶ αὐλὴ καὶ τέταρτον μέρος παππικὸν καὶ τέταρτον μέρος μαμμικὸν. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ δ.