Ancient Greek
BGU 2 547
Documentary Papyri, Bgu 2 547
Not analysed yet
……της μου μέγας φόβος ἐπίκειται ἡμῖν κ… …τοι ἀπο…ἐντεῦθεν διακωλυθῆναι τὴν βραχύτητά μου …προσκυνούσης ὑμᾶς τῆς ἐμῆς μητρὸς παρακαλῶ τὴν ὑμετέραν περιβλεπτότητα μὴ ὀχλῆσαι τῷ συνδούλῳ μου τῷ εὐλαβεστάτῳ Πέτρῳ τῷ διακόνῳ καὶ πιστεύω εἰς τὸν θεὸν ὅτι ε… …ζωῆς καταλαμβάνω τοὺς πόδας ὑμῶν καθʼ ἃ καὶ ἄλλοτε γέγραφα πρὸς τὴν ὑμῶν …δεσποτείαν· ἀκριβῶς γὰρ οἶδα, δέσποτα, ὅτι αὐτοπαράκλητοί ἐστε καὶ ἡδέως καταδέχεσθε τὴν αἴτησιν τῶν προσκυνητῶν ὑμῶν, μάλιστα τῶν γνησίως ὑμᾶς ἀγαπώντων. ὁ κύριος τῶν αἰώνων διαφυλάξῃ τὴν ὑμῶν περίβλεπτον μεγαλοπρέπειαν καὶ ἀξιώσῃ τὴν ἐμὴν μετριότητα προσκυνῆσαι τοὺς πόδας ὑμῶν ἄλλοτε, δέσποτα, εὔξασθε δέ, δέσποτα, ὑπὲρ ἐμοῦ, ἵνα ὁ θεὸς σώσῃ με ἐκ τῆς ἐπικειμένης ὀργῆς