Ancient Greek
BGU 2 581
Documentary Papyri, Bgu 2 581
Not analysed yet
…υ Πρωτάρχωι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος. Γάιος Λογγῖνος Πρεῖσκος ἀπολύσιμος ἀπὸ στρατείας, γεουχῶν ἐν κώμῃ Καρανίδι, ὀμνύω τὸν ἔθιμον Ῥωμαίων ὅρκον ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Σωκράτην υἱὸν Γαίου Οὐαλερίου Χαιρημονιανοῦ ἀπὸ ἀμφόδου Θεσμοφορίου μονῆς καὶ ἐμφανείας, ὃν καὶ παραστήσω ὁπότε ἐὰν ἐπιζητῆται. ἐὰν δὲ μὴ παριστῶ, ἐγὼ ὁ αὐτὸς ἐγβιβάσω τὰ πρὸς αὐτὸν ἐπιζητούμενα ἢ ἔνοχος εἴην τῷ ὅρκωι. τὸν δὲ προγεγραμμένον Γάιον Λογγῖνον Πρεῖσκον γνωρίζει Λούκιος Ὀκτάυιος Λόγγος ἀπολύσιμος ἀπὸ στρατείας. ἐγράφη διὰ Ἡρακλείδου νομογράφου, ἐπακολουθοῦντος Πτολεμαίου ὑπηρέτου. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ιδ.