Ancient Greek
BGU 2 584
Documentary Papyri, Bgu 2 584
Not analysed yet
Ἀπολλώνιος Κεφάλωνος Πανεφρέμμι Τεσενούφιος. ὁμολογῶ σοι πεπρακέναι τὴν ὑπάρχουσάν μοι ὄνον πρωτόβολον μυόχρουν ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει. ἔτους ε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι γ.