Ancient Greek
BGU 2 612
Documentary Papyri, Bgu 2 612
Not analysed yet
Ἀρτεμίδωρος Δημητρίου Τεσενούφι καὶ Ἀπύγχι χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὸν φόρον τοῦ ἐλαιουργίου, ὧν ἔχετέ μου ἐν μισθώσει τοῦ γ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος κατὰ μηδὲν ἐλαττουμένου μου, ὑπὲρ ὧν ὀφείλουσιν ὑπολήμψεως ἑτέρου ἐλαιουργίου. ἔτους δ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ θ.