Ancient Greek
BGU 2 615
Documentary Papyri, Bgu 2 615
Not analysed yet
Ἀμμωνοῦς τῷ γλυκυτάτῳ πατρὶ χαίρειν. κομισαμένη σου τὸ ἐπιστόλιον καὶ ἐπιγνοῦσα, ὅτι θεῶν θελόντων διεσώθης, ἐχάρην πολλά· καὶ αὐτῆς ὥρας ἀφορμὴν εὑροῦσα ἔγραψά σοι ταῦτα τὰ γράμματα σπουδάζουσα προσκυνῆσαί σε· ταχύτερον τὰ ἐπείγοντα ἔργα φροντίζετε· ἐὰν ἡ μικρά τι εἴπῃ, ἔστε· ἐάν σοι ἐνέγκῃ καλάθιν ὁ κομιζόμενος σοι τὸ ἐπιστόλιον, πέμπω· ἀσπάζονταί σε οἱ ἐμοὶ πάντες κατʼ ὄνομα, ἀσπάζεταί σε Κέλερ καὶ οἱ αὐτοῦ πάντες. ἐρρῶσθαι σε εὔχομαι. Κέλερ Ἀντωνίῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν. κομισάμενός σου τὰ ἱερὰ γράμματα καὶ μαθών, ὅτι θεῶν θελόντων διεσώθης, ἐχάρην πολλά· ἔγραψάς μοι, πῶς ἔτυχεν ὁ Ἀνθέστις …ὑπογραφὴν παρακληθεῖσιν συνγυμνάσθητι ἐμπείροις τί διʼ ἡμᾶς πρᾶξαι, καὶ ἐάν τι πρα…μάθῃς, δήλωσόν μοι ταχύτερον· μεταδώσεις δὲ καὶ τῷ ἀδελφῷ ὑμῶν Λονγίνῳ, ἅμα δὲ καὶ ἄσπασαι αὐτόν, ἀσπάζονταί σε οἱ ἐμοὶ πάντες κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. αὐτῆς ὥρας κομισάμενός σου τὸ ἐπιστόλιον ἀντέγραψα ἀφορμὴν εὑρών. Μεσορὴ ιζ. …Π…νορι παρὰ Ἀμμωνοῦτος θυγατρός.