Ancient Greek
BGU 2 622
Documentary Papyri, Bgu 2 622
Not analysed yet
Ἡρακλείδης Ἀμμωνίου δημοσιώνης καταλοχισμῶν Ἀρσινοίτου καὶ ἄλλων νομῶν διὰ Εὐδαίμονος πραγματευτοῦ Ταπεθεῖ τῇ Πτολεμαίου τοῦ Ζηνᾶ ἀπὸ κώμης Καρανίδος χαίρειν. διέγραψάς μοι ἀπὸ γῆς μετεπιγραφείσης, οὗ παρακεχώρησαι διὰ τοῦ ἐνθάδε γραφείου τῷ κ ἔτει Τῦβι παρὰ Ἰσιδώρου τοῦ καὶ Δημητρίου Ἑρμίου τοῦ καὶ Ζηναρίωνος Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως περὶ κώμην Καρανίδα ἥμισυ μέρος ἐλαιῶνος κατοικικοῦ ἀρούρης 𐅵ιϛ, ὅ ἐστιν ἀρούρης δ λβ, τέλος κατὰ σύμφωνον ,ἐφʼ ᾧ ἐποικίῳ πρόκειται. ἔτους κβ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ἐπαγομένων β.