Ancient Greek
BGU 2 636
Documentary Papyri, Bgu 2 636
Not analysed yet
ἔτους ἑβδόμου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ἐνάτηι ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Σαταβοῦς Πεθεῦτος ὡς ἐτῶν τριάκοντα οὐλὴ πήχει δεξιῶι Χαιρήμωνι Σωκράτους ὡς ἐτῶν εἴκοσι δύο, οὐλὴ μήλωι δεξιῶι ἐπικεχωρηκέναι αὐτῶι εἰς σπορὰν ἀράκου ἀρούρας τρεῖς ἐν οἷς ἔχω τοῦ πατρός μου Πεθεῦτος κατοικικοῦ ἀρουρῶν ἓξ συνουχαρατι εἰς κατάβρωμα προβάτων …τοῦ ἑβδόμου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ὑπὲρ ὧν καὶ ἀπέχω τα…ρ…μ… τ… τιμὴν ἐν προδώματι κατὰ μηδενὸς ἐλαττουμένου σου περὶ ἑτέρων ὧν ὀφείλωι σοι. ὑπογραφεὺς τοῦ μεμισθωκότος Σαταβοῦς Πεθεῦτος Χαιρήμονι Σωκράτους. ὁμολογῶ μεμισθωκέναι σοι καὶ ποιήσω ἐπὶ πᾶσι καθὼς πρόκειται καὶ χωρὶς ἄλλων ὧν ὀφείλω. Πετέσουχος Πετάλου ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα