Ancient Greek
BGU 2 640
Documentary Papyri, Bgu 2 640
Not analysed yet
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Παβοῦτος Στοτοήτιος μητρὸς Τώλιος, καὶ Πακύσιος νεωτέρου Ἀπύγχεως μητρὸς Τεκιάσιος, καὶ Στοτοήτιος Στοτοήτεως, τῶν τριῶν ἀπὸ κώμης Σοκνοπαίου. βουλόμεθα μισθώσασθαι ἀπὸ καλυφῆς αἰγιαλοῦ ὁ μὲν Παβοῦς ἐν τόπῳ Θιελκᾶις ἀρούρας κβ, καὶ Πακῦσις ἀρούρας ι καὶ ὁ Στοτοῆτις ἀρούρας ιη …διὰ πάντων σὺν παντὶ κατʼ ἄρουραν …ι…, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τῷ φόρετρα μὴ πραχθῆναι. ἐὰν δέ τι ἄβροχος ἢ καθʼ ὕδατος γένηται παραδεχθῆναί μοι. ἔτους κε Αὐρηλίου Κομόδου Ἀντωνείνου εὐσεβοῦς Σεβαστοῦ Τῦβι κγ. …ν…δ… …κου Τῦβι β…