Ancient Greek
BGU 2 653
Documentary Papyri, Bgu 2 653
Not analysed yet
Διονυσίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ἀβοῦτος καὶ Πακύσεως πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου διαστολῆς τῶν διαγεγραμμένων ἡμῖν ἐπὶ τὴν δημοσίαν τράπεζαν εἰς ἀρίθμησιν μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ιϛ ἔτους. ἔστι δὲ τῆς διαστολῆς· προσόδων οἰκοπέδων ιε ἔτους δραχμὰς τ Ἀντωνιανῆς οὐσίας φόρου πλοίων ιϛ ἔτους δραχμὰς φμ λαογραφίας ιϛ ἔτους δραχμὰς ρμ …ἐπιστολῶν ιϛ ἔτους δραχμὰς κ προσόδων οἰκοπέδων ιϛ ἔτους δραχμὰς τ γίγνεται δραχμαὶ Ατ.