Ancient Greek
BGU 2 661
Documentary Papyri, Bgu 2 661
Not analysed yet
Πακύσει Πακύσεως παρὰ Ἥρωνος τοῦ Διονυσίου τοῦ …ου ἀπὸ ἀμφόδου …βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη …ὧν ἔχεις ἐν μισθώσει δημοσίων ἀρουρῶν ἀρούρας πέντε ἢ ὅσα ἐὰν ὦσι ἐφʼ ὃν μένει ἡ γεωργία χρόνον ἀπὸ τοῦ ἐνεστῶτος δ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν εἴκοσι πέντε λαμβάνοντός μου τὰ ἐκ δημοσίου ἐπιστελλόμενα σπέρματα καὶ ἐπιτελέσω τὰ καθήκοντα γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιῶν, σπείρων τὸ ἔδαφος οἷς ἐὰν αἱρῶμαι γένεσι πλὴν κνήκου καὶ τὸ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ τοῦ κλήρου καὶ δώσω δὲ κατʼ ἔτος εἰς λόγον ναύλου ὄνων δραχμὰς η, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ τρίτον μέρος ἀπὸ ἀναπαύσεως καὶ τὸ λοιπὸν δίμοιρον μέρος ἀπὸ καλάμης πυροῦ, ἐὰν φαίνηται μισθῶσαι, τῶν δημοσίων πάντων ὄντων πρὸς τὸν Πακῦσιν Ἥρων Διονυσίου ὡς ἐτῶν λ… οὐλὴ ὀφρύι δεξιᾷ ἔτους δ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ κ.