Ancient Greek
BGU 2 666
Documentary Papyri, Bgu 2 666
Not analysed yet
…αλ… Ταπεθεῖ Πτολεμαίου τοῦ Ζηνᾶ …ἀπὸ κώμης Καρανίδος …ρος μητρὸς Οὐαλ… χειρογραφ …τὸν χρόνον ……υ…πλ… …το…ως… …υατι…το… …νεται …λεω…ετος το… …κατα…φων… τὸ ἐπικείμενον τοῦ διεληλυθότος ἔτους …ἐκπεπτωκότος εἰς τὸ ἐνεστὸς ἔτος …υπ…νότου πρότερον Σεμπρονίου Γεμέλλου κλῆρος, βορρᾶ Πεθέως Νεστωσίρεως ἐλαιών, λιβὸς ἑτέρων ἐλαιὼν, ἀπηλιώτου πρότερον Ἀνθεστίου Καπιτολείνου ἐλαιών, καὶ ἀπέχω παρὰ σοῦ τὸ ἑστάμενον παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς διακοσίας ὀγδοήκοντα παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει καὶ παρέξομαι καθαρὸν ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων καὶ παντὸς εἴδους μέχρι τοῦ ἑκκαιδεκάτου ἔτους καὶ αὐτοῦ τοῦ ἑκκαιδεκάτου ἔτους Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον …ν…ον περί σε καὶ τοὺς παρά σου καὶ κυρίαν τούτου τοῦ παρακεχωρημένου σοι ἐλαιῶνος ἀρούρης τετάρτου ἑκκαιδεκάτου καὶ τὰ ἐξ αὐτοῦ περιγεινόμενα ἀπὸ τοῦ νῦν ἀποφεραις… εἰς τὸ ἴδιον καὶ οὐκ ἐπελεύσομαι παρεύρεσει μηδεμίᾳ. τὸ χειρόγραφον τοῦτο δισσὸν γραφὲν ὑπʼ ἐμοῦ κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους ὀκτωκαιδεκάτου Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Θὼθ θ. ἐστὶν δὲ καθαρὸν ἀπὸ ἀλείφατος καὶ ἐπιγραφῆς.