Ancient Greek
BGU 20 2859
Documentary Papyri, Bgu 20 2859
Not analysed yet
Αὐρήλιοι Ἀσᾶς Ψάμεως καὶ μέτοχοι πράκτορες ἀργυρικῶν κώμης Φιλαδελφείας Αὐρηλίῳ Διογένει Τούρβωνος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. διέγραψας ἡμῖν τὸν φόρον ὧν ἐκαρπώσω φοινικῶνος ἀρουρῶν γ, ἐν τόπῳ Καλικα ἀρουρῶν β καὶ ἐν ἑτέρῳ τόπῳ ἀρούρης λεγομένῳ περὶ τὴν κώμην ὑπὲρ τοῦ ἐνεστῶτος γ ἔτους καρπῶν τοῦ διεληλυθότος β ἔτους ἀργυρίου δραχμὰς ὀγδοήκοντα γίνονται δραχμαὶ π. Αὐρήλιος Ἀσᾶς ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιακ ….