Ancient Greek
BGU 20 2863
Documentary Papyri, Bgu 20 2863
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς. Πετρωνίωι Μαμερτίνωι τῶι κρατίστωι ἡγεμόνι …υιος Ἁρποκρατίων κριτὴς χαίρειν. ἐξ ἀναπομπῆς σου, ἡγεμὼν κύριε,῾Ηρακλείδης τις Αἰγύπτιος ἐδικάσατο Ἑρμίᾳ καὶ Πτολεμαίῳ καὶ Ἀρτεμιδώρῳ τοῖς τρισὶ θείοις ἑαυτοῦ πρὸς μητρὸς μετερχόμενος ὑπάρχοντα ἃ ἡ μήτηρ αὐτοῦ Πτολεμαὶς ὑπὸ τοῦ πατρὸς αὐτῆς κατὰ διαθήκην συνεκεχώρητο ἔχειν μετὰ τελευτὴν ἐκείνου· καὶ τῶν θείων διαβεβαιωσαμένων προτετελευτηκέναι τοῦ πατρὸς τὴν ἀδελφὴν αὐτῶν καὶ κατὰ τοῦτο φασκόντων ἀνακεκαμφέναι εἰς ἐκεῖνον τὸ τῆς διαταγῆς δίκαιον καὶ αὐτοῖς μόνοις προσήκειν τὰ πατρῷα, ὁ Ἡρακλείδης ἠξίου βοηθεῖσθαι τῇ τοῦ κυρίου Αὐτοκράτορος ἐπιστολῇ ἥτις διατάγματί σου ἀνείλημπται· τῶν ἐξ ἐναντίας μη…ι…ν…λ… γεγράφθαι αὐτὴν διαβεβαιουμεν… α… παρ’ Αἰγυπτίοις θυγατριδοῦς υἱοῖς συνκληρονομεῖν …τε τῷ διεληλυθότι …ἐνθάδε ἐπ…δ… Διοσκουρίδῃ τῷ νομικῷ ζητησαμένῳ θε… ὁμοίων ἐπε…λλω… α… θυγατριδοῖ εσ…ε…ο…