Ancient Greek
BGU 20 2869
Documentary Papyri, Bgu 20 2869
Not analysed yet
Τιβερίωι Κλαυδίωι Φιλοξένωι νομάρχηι Ἀρσινοίτου παρὰ …καὶ Πανεσνέως τοῦ Σοκονεῦτος καὶ ……εως καὶ Ἀκείους τοῦ Σοκονεῦτος καὶ ……τῶν πέντε Περσῶν τῆς ἐπιγονῆς καὶ ἀλλήλων ἐγγύων εἰς ἔκτισιν, κτηνοτρόφων Ναρμούθεως καὶ Βερενικίδος Θεσμοφόρου …ἐπιχωρηθείσης ἡμῖν ὥστε καὶ ἐκγόνοις ἡμῶν τῆς δραγματηγίας καὶ σακκηγίας καὶ χορτηγίας καὶ σ… …σὺν τῆι διὰ σοῦ μεγάληι πρ… …τῶν αὐτῶν κωμῶν Ναρμούθεως καὶ Βερενικίδος Θεσμοφόρου κατὰ συνήθειαν πεδίων,γενήματος τοῦ ἐνεστῶτος τετάρτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀκολούθως τῆι γενομένηι προκηρύξει καὶ ……κατὰ τὴν τοῦ τρίτου ἔτους συνήθειαν ὑφιστάμεθα μετρήσειν φόρου εἰς τὸν τοῦ ἐπισπουδασμοῦ λόγον πυροῦ μέτρωι …ἀρτάβας δισχιλίας τετρακοσίας πεντήκοντα δύο ἥμισυ τρίτον …ταῖς ἑκατὸν ἀρτάβαις ἀρτάβας ἓξ ……ἀρταβ- ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἕκτ… ἀρτάβας δισχιλίας ἑξακοσίας μέτρωι δ… …ἀρτάβας ἑκατὸν χαλκῶι ἀκινδύνους παντὸς κινδύνου καὶ ἀνυπολόγους παντὸς ὑπολόγoυ, τῶν εἰς ἑτέρους λόγους εἰς διοίκησιν τελουμένων πάντων ὄντων πρὸς ἡμᾶς ……τῶν δυεῖν κωμῶν, ἀπὸ δὲ τοῦ προκειμένου φόρου ταξόμεθα ἐν μηνὶ Καισαρείῳ τοῦ αὐτοῦ ἔτους ἐν ταῖς κώμαις …πυροῦ ἀρτάβας …κοσίας, τὰς δὲ λοιπὰς πυροῦ ἀρτάβας ……ἀπὸ φορέτρων καταγωγῆς δημοσί- …ταξόμεθα ἐν ταῖς κώμαις πρὸς ……ους ἐξηρτισμένους …