Ancient Greek
BGU 21 2878
Documentary Papyri, Bgu 21 2878
Not analysed yet
ἐπιμελητής σίτου Ἀλεξανδρείας κανόνος ια ἰνδικτίονος Ἑρμοῦ πόλεως. καὶ ἐνεβαλόμην εἰς πλοῖον τῆς ἁγίας καθολικῆς ἐκκλησίας οὗ κυβερνήτης Βησαρίων διάκων ὑπὲρ ὀνόματος Ἀχιλλέως Διοσκορίδου σίτου καθαροῦ σὺν ναύλοις καὶ ἑκατοσταῖς σὺν εἰκοσταῖς ἀρτάβας ἑπτὰ ἥμισυ, γίνονται σίτου καθαροῦ ἀρτάβαι ζ ἥμισυ μόναι. δι’ ἐμοῦ Ἀμμωνίου ἐπιμελητοῦ, συμφωνεῖ σίτου σὺν εἰκοσταῖς, γίνονται ἀρτάβαι ζ ἥμισυ μόναι.