Ancient Greek
BGU 21 2883
Documentary Papyri, Bgu 21 2883
Not analysed yet
Θεοδότη Ἰωσὴφ Πισία· παρέσχες φόρου ἀρτοκοπίου ἡμίσεως ἀββᾶ Ἀπολλὼ καὶ ἄλλου ἡμίσεως Θεοφίλου καὶ Παταλαλι καὶ Βαρβαρίου καὶ Μηνᾶ καὶ Σαρμάτα ἐποικίου Φιλαδελφείας τρισκαιδεκάτης καὶ τεσσαρασκαιδεκάτης ἰνδικτιόνων, ιγ καὶ ιδ ἰνδικτιόνων, νομισμάτια ἓξ παρὰ κεράτια τριάκοντα ἐννέα, νομισμάτια ϛ παρὰ κεράτια λθ, μόνον. Μεχεὶρ ιδ ιε ἰνδικτίονος, πεντεκαιδεκάτης ἰνδικτίονος. στοιχεῖ μοι νομισμάτια ἓξ παρὰ κεράτια τριάκοντα ἐννέα, νομισμάτια ϛ παρὰ κεράτια λθ, μόνον.