Ancient Greek
BGU 21 2888
Documentary Papyri, Bgu 21 2888
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἑρμοφίλῳ ὑποδέκτῃ κανονικῶν ὀγδόης ἰνδικτίονος Φοιβάμμων Σιλβανοῦ διαστολεύς χαίρειν. ἀπόλυσον ἀποχὴν εἰς ὄνομα Διοκλῆτος Γενναδίου λόγου κανονικῶν παντοίων τίτλων χρυσοῦ τιρώνων χρυσοῦ οὐγγίαν α, γράμματα δεκατέσσαρα, γίνεται χρυσοῦ οὐγκία α, γράμματα ιδ …κούφισον δὲ τὸ πρόλοιπον τῆς ἐμῆς μερίδος ἀπὸ λόγου ναύλων χρυσοῦ νομισμάτια δύο, ἐπεὶ ἑτοίμως ἔχω λογίσαι τὰ αὐτὰ νομισμάτια δύο ἄχρις τῆς ἐμῆς συνάρσεως καὶ ἐξέδωκά σοι ταύτην τὴν χεῖρα ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Σιλβανοῦ διαστολεύς· συμφωνεῖ μοι ο…λ… δὲ τὸ γραμμάτιόν μου τῶν νομισματίων δύο εἰς ὄνομα Ἰωάννου τ…ου καὶ εὑρίσκω αὐτὸ τὸ ἀργύριον.