Ancient Greek
BGU 3 1000
Documentary Papyri, Bgu 3 1000
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὠνή. ἀπέδοτο Πανοβχοῦνις Παοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῷ ἀπὸ βορρᾶ πεδίωι Παθύρεως τὸ ἐπιβάλλον αὐτῷ μέρος ἕβδομον· γείτονες ὅλης τῆς γῆς· νότου γῆ Πατοῦτος τοῦ Ψεμμώνθου βορρᾶ γῆ Φαμούνιος ἀπηλιώτου κοιλὰς διῶρυξ καλούμενος πλα… Παθύρεως λιβὸς ὄρος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Εὔνους Ἀσκληπιάδου Πέρσης ὡς ἐτῶν με μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ δραχμὰς δισχιλίας καὶ διακοσίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πανοβχοῦνις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Εὔνους ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιϛ Μεσορὴ λ τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Παγκράτης δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ἀπολλωνίου τελώνου Εὔνους Ἀσκληπιάδου γῆς ἀρουρῶν ἕβδομον, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς ὃν ἠγόρασεν παρὰ Πανεβχούνιος Παοῦτος χαλκοῦ δραχμὰς Βσ τέλος τ γίνονται τ Παγκράτης.