Ancient Greek
BGU 3 1002
Documentary Papyri, Bgu 3 1002
Not analysed yet
ἀντίγραφον συνγραφῆς πράσεως Αἰγυπτίας μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους κϛ Παῦνι κβ βασιλέως πρεσβυτέρου Πτολεμαίου νέου Διονύσου Φιλοπάτορος Φιλαδέλφου ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ κοινῶν ὄντων ἐν Ἀλεξανδρείᾳ. λέγει γυνὴ τῶν ἀφʼ Ἑρμουπόλεως Ταθῶτις ἡ καὶ Ἑρμιόνη Ἀντιφίλου Ἕλληνος τῶν κατοίκων ἱππάρχου ἐπʼ ἀνδρῶν Μηδόκωι Εὐδήμου Ἀρκάδι. πέπεικάς με τῆι τιμῆι τοῦ ὑπάρχοντός μου ἡμίσους μέρους αὐλῆς ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι οἰκίας Ἀντιφίλου ἀδελφοῦ μου ὧν ἔχω ἐν ἀμφισβητήσει καὶ τὸ ὑπάρχον μοι ἥμισυ μέρος ἑτέρας αὐλῆς ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι τῆς προγεγραμμένης οἰκίας ἐπί τινι μέρει ἐν τοῖς ἀπὸ βορρᾶ καὶ λιβὸς ἀπὸ γωνίας θυρίδος Αἰλούρου τῆς πρώτης στέγης τῆς οἰκίας Ἀντιφίλου τοῦ προγεγραμμένου μου ἀδελφοῦ ἕως εἰς βορρᾶν μέχρι ῥύμης τῆς ἀπὸ βορρᾶ τῶν ὄντων ἐν τοῖς ἀπὸ λιβὸς ἐντὸς φρουρίου μεγάλου Ἑρμαίου νυνὶ φρουρίου βασιλέως· γείτονες δὲ τῆς αὐλῆς ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι οἰκίας Ἀντιφίλου τοῦ προγεγραμμένου μου ἀδελφοῦ· νότου ἡ αὐτὴ οἰκία ὧν ἔχω ἐν ἀμφισβητήσει βορρᾶ καὶ ἀπηλιώτου ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος λιβὸς ἑτέρα αὐλὴ ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἕτερον ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται· γείτονες δὲ τῆς ἑτέρας αὐλῆς ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται· νότου αὐλὴ Ἀντιφίλου τοῦ προγεγραμμένου μου ἀδελφοῦ ἀπὸ γωνίας θυρίδος Αἰλούρου τοῦ καὶ προγεγραμμένου μέχρι γωνίας τῆς ἀπὸ νότου καὶ λιβὸς τῆς προγεγραμμένης οἰκίας βορρᾶ ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος ἀπηλιώτου ἑτέρα αὐλὴ ἧς πέπρακά σοι τὸ ὑπάρχον μοι ἥμισυ μέρος τιμῆς καθὼς πρόκειται λιβὸς οἰκίαι σου καὶ οἰκία Καμίωνος. σὰ δέ ἐστιν πάντα τὰ προγεγραμμένα, δέδωκά σοι αὐτὰ τιμῆς ἀπὸ τῆς ἐνεστώσης ἡμέρας καὶ βεβαιώσω σοι αὐτὰ ἀπὸ παντὸς ἁπλῶς. ἐὰν δέ τίς σοι ἐπέλθηι περὶ αὐτῶν, ἐκστήσω αὐτὸν ἀπὸ σοῦ. σαὶ δέ εἰσιν πᾶσαι αἱ κατʼ αὐτῶν κείμεναι συνγραφαὶ καὶ ὠναὶ καὶ δίκαια καὶ βέβαια καὶ νῖκος. ἐὰν δέ τίς σοι ὅρκος ἢ ἐπίδειξις ἐπιβληθῆι περὶ αὐτῶν, ἐγὼ αὐτὸς ἐπιτελέσω καὶ πάλιν βεβαιώσω σοι αὐτὰ ἀπὸ παντὸς ἁπλῶς. ὑπάρχει δὲ καὶ ἡ πρὸς ταύτην ἀποστασίου συνγραφὴ καὶ ἐπεγράφησαν ἐκ τοῦ ὀπίσω μάρτυρες δέκα ἕξ .