Ancient Greek
BGU 3 1012
Documentary Papyri, Bgu 3 1012
Not analysed yet
Ἀνταίωι ἐπιστάτει Φιλαδελφείας παρὰ Μαρρέους τοῦ Πετοσείριος ἐμπόρου. τῆι κη τοῦ Ἐπεὶφ τοῦ ια ἔτους Δωρίων ἀρχιφυλακίτης τῆς αὐτῆς Φιλαδελφείας ἀναγαγὼν ἐκ τοῦ πεδίου τὴν ὑπάρχουσάν μοι ὑποτελῆ λείαν πρόβατα …ε ἐνκέκλικεν ἐν τῆι Εὐβίου φυλακίτου οἰκίαι παραδοὺς Κόσμωι φυλακίτηι διʼ ἣν αἰτίαν ἀγνοῶ. ἵνα οὖν μὴ συμβῆι διαλυθῆναι αὐτὰ ἀξιῶ α…ε…εισθαι ἀναγαγόντα κατʼ ἐμέ, καὶ ἐὰν ε… μὴ …εν ἕλωμαι καὶ μὴ ὑπομένῃ ὁ Δωρίων διέσθαι αὐτά, ὑποτάξαι μου τὸ ὑπόμνημα Πτολεμαίωι τῶι ἀρχισωματοφύλακι καὶ στρατηγῶι, ἵνα τύχω τῶν δικαίων. εὐτύχει.