Ancient Greek
BGU 3 702
Documentary Papyri, Bgu 3 702
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ιε. διὰ τῆς Ἀπολλωνίου τραπέζης Ἀγορᾶς. Δημάριον Πετερμουθίωνος μετὰ κυρίου τοῦ συνγενοῦς Πτολεμαίου τοῦ Ἀφροδεισίου Εὐποροῦτι Πτολεμαίου τοῦ Μύσθου, ὡς ἐτῶν τεσσαράκοντα πέντε ,οὐλὴ ὀφρύι ἀριστερᾷ, μετὰ κυρίου καὶ ἐγγύου εἰς ἔκτισιν τοῦ ἀδελφοῦ Ἡρακλείδου, ὡς ἐτῶν τεσσαράκοντα ,οὐλὴ ὀφρύι ἀριστερᾷ, ἀμφοτέροις ἀπὸ ἀμφόδου Ἱερᾶς πύλης, ἔχειν τὴν Εὐποροῦν παρὰ τῆς Δημαρίου παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἀργυρίου δραχμὰς ἑκατὸν ἑβδομήκοντα ἓξ γίνονται ἀργυρίου δραχμαὶ ροϛ, ἃς καὶ ἀποδώσει ἡ Εὐποροῦς ὁπηνίκα ἐὰν αἱρῆται ἡ Δημάριον …