Ancient Greek
BGU 3 714
Documentary Papyri, Bgu 3 714
Not analysed yet
Τασουχάριον Νείλῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι …ει…μ…ν σου διὰ Καπανου …λο…μη…α…το καὶ δήλωσόν μοι, εἰ ἀπέλαβες ἢ οὐκ ἀπέλαβες. ἀσπάζονται ὑμᾶς τὰ παιδία πάντας κατʼ ὄνομα, Πτολεμαῖος Τιβερῖνος Σαραπίων, ἄσπασαι Ταοννώφριος καὶ τὰ ἀβάσκαντά σου τέκνα καὶ Ταβοῦς σὺν τῷ ἀνδρὶ καὶ τὸν πατέρα ἡμῶν Ἥρωνα καὶ Πετεήους καὶ τὰ τέκνα Σῶμα καὶ Νεστορίαιναν. ἀσπάζεται ὑμᾶς ἄππα Σατορνεῖλος, καὶ δήλωσον ἡμῖν περὶ τῆς σωτηρίας ὑμῶν ἐρρῶσθαι ὑμᾶς εὔχομαι. …Τασουχαρίου