Ancient Greek
BGU 3 729
Documentary Papyri, Bgu 3 729
Not analysed yet
Διονυσίῳ Δείου γενομένου στρατηγοῦ τῆς πόλεως υἱῷ, νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος, τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Πετρωνίας Σαραπιάδος μετὰ κυρίου τοῦ ἀδελφοῦ Γαίου Πετρωνίου Μαρκέλλου καὶ παρὰ Γαίου Ἰουλίου Ἀπολιναρίου στρατιώτου σπείρης πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας Ἰουλιανοῦ. συνχωρεῖ ὁ Γάιος Ἰούλιος Ἀπολινάριος εἰληφέναι παρὰ τῆς Πετρωνίας Σαραπιάδος παραθήκην ἀκίνδυνον παντὸς κινδύνου ἱμάτια γυναικεῖα συντετιμημένα ἀργυρίου δραχμῶν τριακοσίων καὶ χρυσᾶ κοσμάρια ἐν εἴδεσι ἐπὶ τὸ αὐτὸ τετάρτων τριάκοντα δύο ἅπερ φυλάξει παρʼ ἑαυτῷ καὶ ἀποκαταστήσει αὐτῇ ὁπότε ἐὰν ἀπαιτῆται ἀνυπερθέτως ἢ ἐκτείσει κατὰ τὸν τῶν παραθηκῶν νόμον, γεινομένης τῇ Πετρωνίᾳ Σαραπιάδι τῆς πράξεως ἐκ τῶν τοῦ Γαίου Ἰουλίου Ἀπολιναρίου ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης. ἀξιοῦμεν. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ϛ …