Ancient Greek
BGU 3 731
Documentary Papyri, Bgu 3 731colii
Not analysed yet
…παρὰ Συρ… …μετὰ κυρίου τοῦ ἀνδρὸς …ος Δείου τοῦ προγεγραμμένου μου πατρὸς Θέωνος ὑπογύως τετελευτηκότος ἐγενόμην ἐν οἰκίᾳ μου οὔσῃ ἐν κώμῃ Ὀξυρύγχων, ἔνθα ἐστὶν καμάρα, ἐν ᾗ ἀπέκειτο ξύλα ἐρίκινα πάμπολλα καὶ ἁλὸς πλεῖστον καὶ ἕτερα εὗρον βασταχθέντα ἐξ αὐτῶν, ξύλα μὲν ἄξια δραχμῶν Γ καὶ ἁλὸς ἀρτάβας εἴκοσι καὶ θύραν ξυλίνην. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ ἐν καταχωρισμῷ γενέσθαι τάδε τὰ βιβλίδια εἰς τὸ φανέντος τοῦ …μένειν μοι τὸν λόγον …μετὰ κυρίου τοῦ ἀνδρὸς …ἐπιδέδωκα καθὼς πρόκειται. …ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης ἔτους κ Λουκίου Αἰλίου Κομμόδου Καίσαρος τοῦ κυρίου …