Ancient Greek
BGU 3 741
Documentary Papyri, Bgu 3 741
Not analysed yet
ἀντίγραφον. Εὐδαίμονι τῶν κεκοσμητευκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Λουκίου Οὐαλερίου Ἀμμωνιανοῦ ἀκταρίου σπείρης ὁπλοφόρων πολιτῶν Ῥωμαίων ἑκατονταρχίας Ἀπολιναρίου καὶ παρὰ Κοίντου Γελλίου Οὐάλεντος στρατιώτου κλάσσης Ἀούστης Ἀλεξανδρείνης λιβυρνοῦ Λούππας. συνχωρεῖ ὁ Κοίντος Γέλλιος Οὐάλης εἰληφέναι παρὰ τοῦ Λουκίου Οὐαλερίου Ἀμμωνιανοῦ δάνειον διὰ τῆς Ἀνδρονείκου τοῦ Ἀφροδισίου κολλυβιστικῆς τραπέζης ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ὀκτακοσίας τόκων δραχμιαίων τῆς μνᾶς ἑκάστης τοῦ μηνὸς ἑκάστου εἰς μῆνας ὀκτὼ ἀπὸ μηνὸς Σεβαστοῦ Εὐσεβείου τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐφʼ ὑποθήκῃ …τ…εραις δ… το…ε…πε…δερ… τῆς Ἡρακλείδου μερίδος ε…η…λε…των ἑβδομήκοντα πέντε ἀρουρῶν ὧν γείτονες καθὼς ὑπηγόρευσαν νότῳ Ἀμαδόκου τοῦ Πτολεμαίου καὶ ὀνόματος …ιτος, βορρᾶ …ν…ρος καὶ βασιλικὴ γῆ, ἀπηλιώτῇ βασιλικὴ γῆ, λιβὶ Λονγίνου κλῆρος, ἐπάναγκον τὸν Κοίντον Γέλλιον Οὐάλεντα ἀποδῶναι τῷ Λουκίῳ Οὐαλερίῳ Ἀμμωνιανῷ τὰς τοῦ ἀργυρίου δραχμὰς ὀκτακοσίας ἐν τῷ προκειμένῳ χρόνῳ, τὸν δὲ τόκον κατὰ μῆνα ἕκαστον. ἐὰν δὲ μὴ ἀποδῷ, ἐξεῖναι τῷ Λουκίῳ Οὐαλερίῳ Ἀμμωνιανῷ ἐπιτελεῖν τὰ κατὰ τῆς ὑποθήκης νόμιμα πρὸς οὗ τι ἂν βαστάζῃ καὶ τοῦ ἐνλείψοντος γείνεσθαι αὐτῷ τὴν πρᾶξιν ἐκ τῶν ἄλλων τοῦ ὑποχρέου ὑπαρχόντων, καὶ ἐὰν, ὃ μὴ γείνοιτο, συμβῇ κίνδυνόν τινα περὶ τὴν ὑποθήκην ἢ μέρος αὐτῆς ἐπακολουθῆσαι, καὶ οὕτως γεινέσθαι τῷ δεδανεικότι τὴν πρᾶξιν καθὼς καὶ ἐπὶ τοῦ ἐνλείμματος δεδήλωται, παρέχεσθαι δὲ αὐτὸν τὴν ὑποθήκην καθαρὰν καὶ ἀνέπαφον καὶ ἀνεπιδάνειστον ἄλλου δανείου καὶ πάσης ὀφειλῆς καὶ μηδένα αὐτῆς ἐμποιούμενον τρόπῳ μηδενὶ, μὴ ἐλαττουμένου τοῦ Οὐαλερίου Ἀμμωνιανοῦ περὶ ὧν ἄλλων ὀφείλει αὐτῷ ὁ αὐτὸς Γέλλιος Οὐάλης καθʼ ἑτέραν συνχώρησιν τῷ διεληλυθότι ἔτει μηνὶ Καισαρείῳ ἄλλων ἀργυρίου δραχμῶν τετρακοσίων ἑξήκοντα καὶ τόκων καὶ οὐ λύσεται τήνδε τὴν ὑποθήκην, εἰ μὴ πρότερον ἀποδῷ καὶ τὰς κατὰ τὸ συνάλλαγμα δραχμὰς τετρακοσίας ἑξήκοντα καὶ τόκους διὰ τὸ ἀλληλέγγυα εἶναι. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Σεβαστοῦ Εὐσεβείου ιϛ.