Ancient Greek
BGU 3 743
Documentary Papyri, Bgu 3 743
Not analysed yet
……τοπαρχίας διὰ μηνιαίου …τοῦ ἐνεστῶτος ι ἔτους Γαλλιηνοῦ ……ἀπὸ γενήματος τοῦ διεληλυθότος θ ἔτους φόρου ἀποτάκτου κριθῆς δοχικῷ ἀρτάβας ἐννακοσίας ἐνενήκοντα ἑπτὰ ἕκτον γίνονται κριθῆς ἀρτάβαι ϡϙζ ϛ, αἷς προσγείνονται ἑκατοστῆς μιᾶς ἡμίσους κριθῆς δοχικῷ ἀρτάβαι ιε γίνονται σὺν ἑκατοστῇ μιᾷ ἡμίσει κριθῆς ἀρτάβαι Αιβ ϛ αἱ ἀναφερόμεναι καὶ διαστελλόμεναι ὑπὲρ τῆς προκειμένης τοπαρχίας Κουσσείτου κάτω. Αὐρήλιος Κάστωρ δεκάπρωτος σεσημείωμαι κριθῆς ἀρτάβας χιλίας δώδεκα ἕκτὸν . Αὐρήλιος Ἰσίδωρος δεκάπρωτος σεσημείωμαι κριθῆς ἀρτάβας χιλίας δώδεκα ἕκτον .