Ancient Greek
BGU 3 751
Documentary Papyri, Bgu 3 751
Not analysed yet
…μου τῆς ἐγγράφου ἀσφαλείας ἔχειν σοι καὶ ὀφείλειν χρυσίου νομισμάτια δόκιμα εὔσταθμα τέσσαρα χρυσίου νομισμάτια δ, τὴν δὲ τούτων ἀπόδωσίν σοι ποιήσασθαι μηνὶ Παῦνι ιε ἐν χρόνοις ἀρχῆς τῆς εὐτυχοῦς πρώτης ἰνδικτίωνος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας τῆς πράξεώς σοι γιγνομένης ἐξ ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς Αὐρήλιος Ἀτίσιος Παύλου ὁ προκείμενος ὁμολογῶ ἔχειν καὶ χρεωστεῖν τῷ Φλαουίῳ Εὐφρονίῳ τὰ τοῦ χρυσοῦ νομισμάτια εὔσταθμα τέσσερα καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Ἠλίας Ελλᾶ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου. διʼ ἐμοῦ Παύλου ἐπράχθη …ἀπὸ κώμης Σεβεννύτων χρυσοῦ νομισμάτια δ εἰς Φλάουιον Εὐφρόνιον τὸν καθοσιωμένον μαγιστριανόν