Ancient Greek
BGU 3 791 col. 2
Documentary Papyri, Bgu 3 791col2
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Ἁδριανοῦ λ. διέγραψε Πωλίωνι καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Καρανίδος Πτολεμαὶς Λεωνίδου διὰ τῆς ἀδελφῆς π ιγ ἔτους ῥυπαρὰς δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. Τῦβι κε ἄλλας δραχμὰς ῥυπαρὰς δέκα δύο, γίνονται δραχμαὶ ιβ. Φαρμοῦθι γ ἄλλας ῥυπαρὰς δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η Παχὼν κϛ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η Παῦνι α ἄλλας δραχμὰς δέκα δύο, γίνονται δραχμαὶ ιβ. Παῦνι ϛ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. ιε ἔτους Θὼθ ι ἄλλας ῥυπαρὰς δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ.