Ancient Greek
BGU 3 798
Documentary Papyri, Bgu 3 798
Not analysed yet
τῇ ἀγαθῇ μετὰ θεὸν δεσποίνῃ ἡμῶν τῇ ὑπερφυεστάτῃ θεοφυλάκτῳ πατρικίᾳ παρὰ τῶν σῶν δούλων Θεοδώρου καὶ Παπνουθίου ἀδελφῶν ὑποδεκτῶν τῆς ὑμῶν ἐξουσίας οἶδεν ἡ ἡμῶν ἀγαθὴ δέσποινα ὅτι ἐξ ἀρχῆς δοῦλοι αὐτῆς ἐσμὲν καὶ εὐχαριστοῦμεν τῷ φιλανθρώπῳ θεῷ καὶ τῇ ἡμῶν δεσποίνῃ εἰς πάντα τὰ καλὰ ἃ ἐποίησεν μετὰ τῶν δούλων αὐτῆς. διδάσκομεν δὲ τὴν ὑμῶν ἐξουσίαν περὶ τῆς βίας ἧς ἐπάθαμεν. ἐν γὰρ τῇ ἡμέρᾳ τοῦ προστάτου ἡμῶν τοῦ ἁγίου …ἐν τῇ ἀγορᾷ …