Ancient Greek
BGU 3 801
Documentary Papyri, Bgu 3 801
Not analysed yet
Νείλῳ τῷ ἀδελφῷ παρὰ Τασουχαρίου. λίαν ἀηδῶς ἤκουσα παρὰ Ταοννώφριος. γενναίως φερέτω ἄδελφε διὰ τὰ παιδία σου, καὶ εἰ μή, ὅτι τὰ παιδία μου ἀποδημοῦσι. Πτολεμαὶς καὶ Σαραπίων ἐγὼ αὐτὴ ἀνέβαινον κόμισαι παρὰ τοῦ ἀναδιδόντος σοι ταύτην ἐπιστολὴν τραγήματα ἀριθμῷ ἑκατὸν ἑξήκοντα καὶ στροβίλους δέκα εἰς θυσίαν αὐτ… ἀπόδος Νείλῳ Τασάλου παρὰ Τασουχαρίου ἀδελφῆς