Ancient Greek
BGU 3 805
Documentary Papyri, Bgu 3 805
Not analysed yet
…τοῦ Ἀνκώφιος τῶν ἀπὸ Σοκνοπαίου Νήσου τοῦ Ἀρσινοίτου δούλην, ᾗ ὄνομα Χρηστή, ὡς ἐτῶν εἴκοσι τεσσάρων, ἣν καὶ αὐτὸς ἐώνηται διὰ τοῦ αὐτοῦ ἀρχείου τῷ δευτέρῳ καὶ εἰκοστῷ ἔτει θεοῦ Ἁδριανοῦ Μεχείρ, τῷ καὶ πρώτῳ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου παρὰ Θέωνος Θέωνος Πετοσίριος καὶ ἀπέσχεν ὁ ὁμολογῶν Διονύσιος παρὰ τοῦ Ἀγκώφιος ὑπὲρ τῆς θυγατρὸς αὐτοῦ Τασήθιος τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς χιλίας πεντακοσίας. κρατεῖν οὖν καὶ κυριεύειν τὴν Τασῆθιν τῆς προγεγραμμένης καὶ πεπραμένης αὐτῇ δούλης σὺν ἐγγόνοις καὶ τοῖς …