Ancient Greek
BGU 3 807
Documentary Papyri, Bgu 3 807
Not analysed yet
Πλουτογένει βασιλικῷ γραμματεῖ διαδεχομένῳ τὰ κατὰ τὴν στρατηγίαν Ἀντώνιος Οὐηστεῖνος δουπλικάριος, διαπεμφθεὶς ὑπὸ Οὐαλερίου Φροντίνου ἐπάρχου τῆς ἐν Κόπτῳ ἴλης Ἡρακλιανῆς. μεμέτρημαι παρὰ Ἀσιήους Φίβιος τοῦ Ἀσιήους καὶ Ἰναρωοῦτος Κολλούθου Κορνηλίου, πρεσβυτέρων Μαγδώλων Πετεχῶντος τοῦ Κουσσίτου ἄνω, τὰς ἐπιβληθείσας τῇ κώμῃ αὐτῶν ἀπὸ τῶν κελευσθεισῶν ὑπὸ τοῦ ἡγεμονεύσαντος Λογγαίου Ῥούφου συνωνηθῆναι ἀπὸ γενήματος κδ ἔτους εἰς χρείαν τῆς προκειμένης ἴλης ἀρταβῶν μυριάδων δύο κριθῆς μέτρῳ δημοσίῳ δοχικῷ μετρήσει τῇ κελευσθείσῃ κριθῆς ἀρταβῶν δέκα πέντε ἀκολούθως τῷ γενομένῳ ἐπιμερισμῷ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν. τὴν δὲ ἀποχὴν ταύτην τετρασσὴν ἐξεδόμην. ἔτους κϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐτυχοῦς Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ Μεγίστου Ἁθὺρ ……ου…