Ancient Greek
BGU 3 821
Documentary Papyri, Bgu 3 821
Not analysed yet
χαῖρε κύριέ μου πάτερ Ἡραίσκος σὲ ἀσπάζομαι. τὴν αγιο… τερας ἀνέβην εἰς τὴν πόλιν, ἵνα εἰδῶ τὰ καινότερα. μέχρι τῆς ιζ οὔπω εὕρηκαν τὸν εἰσερχόμενον μετὰ αὐτοῦ · πάντες γὰρ ἐστάλησαν. ὅταν ᾖ τι καινότερον εὐθέως σοι δηλώσω, καὶ σὺ δὲ γράφε ἡμῖν, τί ἔπραξας. πάντα τὰ ἔργα εὖ διάκειται. ἀσπάζεταί σε ἡ μήτηρ μου καὶ οἱ ἡμέτεροι πάντες. ἐρρῶσθαί σε εὔχομαι.