Ancient Greek
BGU 3 827
Documentary Papyri, Bgu 3 827
Not analysed yet
Ζοὴ Ἀπολλιναρίῳ τῷ ἀδελφῷ χαίρειν. τὸ προσκύνημά σου παρὰ τῷ Δὶ τῷ Κασίῳ. γιγνώσκειν σε θέλω, ὅτι εὕρηκα τὴν γυναῖκα τοῦ Ἄχαρις καὶ δέδωκα αὐτῇ τὰ γεγραμμένα πάντα καὶ ἐγὼ προσδέχομαι τὰ ἐμαυτῆς λαβεῖν καὶ ἐξελθεῖν καὶ τὰ μετέωρα Γεμέλου, ἵνα ἀπαιτήσω εὕρηκα μετὰ κυρίoυ, ἀλλὰ λέγουσι, ὅτι αμαδ… διὰ τοῦ ἐπιστρατήγου ὅτι …ελίαν δύνη …παρὰ τοῦ ἐπιστρατήγου καὶ γράψαι μοι μετὰ κυρίου τὸ ἀργύριον κεῖται οὔπω οὐδέν. ἐὰν ἴδω, ὅτι οὐδὲν γέγονε, ἐξέρχομαι. ἰδοῦ δὴ τρίτην ἐπιστολὴν σοι γράφω. ἔπεχε τῇ οἰκίᾳ μου, ἐκτίνασσε τὰ ἔρια καὶ τὰ ἱμάτια. ἀφωσιώκατε Πηλούσιον. ἀσθενῶ. ἀσπάζεταί σε Σερῆνος, ἀσπάζεταί σε Πετρώνις καὶ ἡ ἀδελφὴ αὐτοῦ καὶ Ἑρμιόνη, ἀσπάζου Χαριτοῦν καὶ τὴν γάμβραν αὐτῆς. ἔρρωσο. Φαῶφι ιδ ἀπόδος Ἀπολλιναρίῳ ἀπὸ Πετρωνίου δρομεδαρίου ἀπὸ Πηλουσίου