Ancient Greek
BGU 3 831
Documentary Papyri, Bgu 3 831
Not analysed yet
…ωνι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Τιαβούλεως Τιαβούλεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βούλομαι μισθώσασθαι εἰς ἔτη β ἀπὸ τοῦ ἐνεστῶτος θ ἔτους ἀπὸ χέρσου αἰγιαλοῦ περὶ τὴν αὐτὴν κώμην ἐν τῇ α σφραγῖδι ἀρούρας ιη οὔσας ἐν β τόποις ὧν ἄρουραι ι γείτονες νότου διῶρυξ, βορρᾶ ὄρος, ἀπηλιώτου ὁδὸς, λιβὸς χέρσος αἰγιαλοῦ καὶ τῶν λοιπῶν ἀρουρῶν η γείτονες νότου συνορία Ηρακλείας Θεμίστου μερίδος, βορρᾶ καὶ ἀπηλιώτου καὶ λιβὸς χέρσος αἰγιαλοῦ, ἐκφορίου κατʼ ἔτος κατὰ ἀρούρας δραχμὰς …ἐπὶ τῷ μὴ ἄλλο παραπράσσεσθαι εἰς μηδένα λόγον ἀπὸ δραγματηγίας …μ… ἄλλου τινός, ἐὰν δέ τις ἄβροχος ἢ καθʼ ὕδατος γένηται, παραδεχθῆναί μοι τὸ …ἐκφόριον ἐὰν φαίνηται μισθῶσαι πα… …του π…ην…α…του φ…νιν… …κη. Τιαβοῦλις ἐπιδέδωκα, Δωρω… ἔγραψα ὑπὲρ τε αὐτοῦ καὶ τοῦ ἐγγυητοῦ Τεσενούφεως ἀγραμμάτων. …παρὰ βασιλικῷ γραμματεῖ ἔτους θ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Μεχείρ.