Ancient Greek
BGU 3 833
Documentary Papyri, Bgu 3 833
Not analysed yet
Ἥρωνι βασιλικῷ γραμματεῖ Μεμφίτου παρὰ Μέλανος Ἀρείου μητρὸς Καλεῖτος τῶν ἀπὸ Μέμφεως ἀργῶν ἀναγραφομένου ἐπὶ τοῦ β ἀμφόδου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς, ἐνοίκους, εἰς ἣν οἰκῶ ἐν Μέμφει ἐπὶ τοῦ αὐτοῦ β ἀμφόδου οἰκίαν Ἰσιδώρου Ἀνουβίωνος τοῦ καὶ Παγκράτους πρὸς τὴν τοῦ διεληλυθότος ιδ ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν, ἐμαυτὸν Μέλαν εἰς τὸ αὐτὸ ιδ ἔτος ἐτῶν να, καὶ τοὺς γενομένους ἐκ διαφόρων γυναικῶν υἱοὺς ἐκ μὲν Τεσαγρίτος Μεμφίτιδος Μέλανα ἐτῶν α ἐκ δὲ Ἑριέως θυγατέρα Τνεφρέμφιν ἐτῶν ιϛ παρὼν δὲ ὁ προγεγραμμένος σταθμοῦχος Ἰσίδωρος ἐγγυᾶται ἡμᾶς τῶν ἐπικεφαλίων καὶ ὀμνύω τὴν τοῦ κυρίου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τύχην ἀληθῆ εἶναι τὰ προκείμενα. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Φαῶφι δ.