Ancient Greek
842.5.16 to 842.7.23
Documentary Papyri, Bgu 3 842.5.16-842.7.23
Not analysed yet
Κοκκηΐῳ Μαρτιαλίῳ ἱππεῖ. ἔτους κη Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Θὼτ ιε. οἱ προγεγραμμένοι ἀπεσχήκαμεν ὡς πρόκειται. Λούκιος Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτῶν φαμένων μὴ εἰδέναι γράμματα. εν σευ κριθῆς ἀρτάβαι λ Διογένει Ἑρμαίου κοσμητεύσαντι καὶ Ἑρμείνῳ Ἡρωδιανοῦ ἀγορανομήσαντι Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀναδοθεῖσιν εἰς τὸ ἀνελέσθαι ἀπὸ δημοσίας τραπέζης καὶ τοῖς τὸ γένος μετροῦσι παρασχεῖν ἐξωδιάσαι Φῖβι Πετβῖτος καὶ Σενᾶτι Σαραπίωνος, πρεσβυτέροις κώμης Κερκενούφεως καὶ τοῖς λοιποῖς τοῦ διεληλυθότος …Πομπωνίου Φαυστινιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος καὶ τοῦ γενομένου ἐπιμερισμοῦ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν, τὴν δὲ ἀποχὴν ατύτην ἐξεδόμεθα, ἃς καὶ μεμετρήκαμεν Κοκκηΐῳ Μαρτιαλίῳ ἱππεῖ. ἔτους κη Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Θὼτ ιϛ. οἱ προγεγραμμένοι ἐσχήκαμεν ὡς πρόκειται. Σαραπίων Καμίωνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Κερκενούφεως ἀρτάβαι ιβ 𐅵Διογένει Ἑρμαίου κοσμητεύσαντι καὶ Ἑρμίνῳ Ἡρωδιανοῦ ἀγορανομήσαντι Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀναδοεῖσι εἰς τὸ ἀνελέσθαι ἀπὸ δημοσίας τραπέζης καὶ τοῖς τὸ γένος μετροῦσιν παρασχεῖν ἐξωδιάσαι Ὥρῳ Φείβιος καὶ Σαραπίωνι Φιβίωνος πρεσβυτέροις κώμης Μογκανεὶ καὶ τοῖς λοιποῖς τοῦ διεληλυθότος …Πομπωνίου Φαυστινιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος καὶ τοῦ γενομένου ἐπιμερισμοῦ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν, τὴν δὲ ἀποχὴν ταύτην ἐξεδόμεθα, ἃς καὶ μεμετρήκαμεν Κοκκηΐῳ Μαρτιαλίῳ ἱππεῖ. ἔτους κη Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Θὼτ ιζ. οἱ προγεγραμμένοι ἐσχήκαμεν ὡς πρόκειται. Σαραπίων Καμίωνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Μωνκανεὶ ἀρτάβαι μ