Ancient Greek
BGU 3 852
Documentary Papyri, Bgu 3 852
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλοι δ …Ἑρμίνῳ …διὰ Πάππου γεγυμνασιαρχηκότος διαδόχου καὶ Σερήνῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς διὰ Εὐδαίμονος διαδόχου παρὰ Τεσενούφεως Τεσενούφεως πρεσβυτέρου, ἐπικαλουμένου Σείφωνος, καὶ Πακύσιος υἱοῦ Τεσενουφεως νεωτέρου, ἐπικαλουμένου Κιαλῆτος, ἀμφοτέρων ἀπὸ κώμης Σοκνοπαίου Νήσου, διὰ φροντιστοῦ Τεσενούφεως τοῦ Τεσενούφεως. οὓς ἀπεγραψάμην τῷ διεληλυθότι ϛ ἔτει καμήλους δ ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς ζ ἔτος. διὸ ἐπιδίδωμι. ἀπεγράφησαν παρὰ στρατηγῷ κάμηλοι δ. Μεχεὶρ β. ἀπεγράφησαν παρὰ βασιλικῷ κάμηλοι δ. Μεχεὶρ γ. ἐξηριθμήθη συμφώνως ἐξηριθμήθη συμφώνως.