Ancient Greek
BGU 3 874
Documentary Papyri, Bgu 3 874
Not analysed yet
καὶ ἄλλοτε γεγράφηκα ὑμῖν ὥστε πέμψητε εἰς Ναρμοῦθιν καὶ δέξησθε τὰ δύο χρύσινα παρὰ τοῦ διάκονος. εἰ δὲ τοῦτο ἐποίησας, γράψον μοι ἐνταῦθα. καταξιώσητε οὖν πέμψατε πρὸς Φοιβάμμωνα καὶ δέξησθε παρʼ αὐτοῦ σῖτον καὶ μάθητε τί λαμβάνεται παρʼ αὐτοῦ. μετάδος δὲ τῷ κυρίῳ Ἠλίᾳ τῷ ἀδελφῷ ὡς μετέδωκα Πέτρῳ περὶ τοῦ πράγματος ὧν εἶπέν μοι καὶ μεταδέδωκέν μοι ἀνεπεγνώσκει τὰ ἀναλώματα τοῦ λιβελλίου. γράψον μοι καὶ ποιῶ. πολλὰ δὲ προσαγόρευσον τὴν κυρίαν τὴν ὑμῶν μητέρα καὶ Ἠλίαν καὶ Ῥωμᾶνον τοὺς ἀδελφοὺς καὶ πάντας τοὺς ἐν τῷ ἀφθόνῳ ὑμῶν οἴκῳ καὶ τὸν κύριον Εὐφράντιον καὶ τὰ γλυκύτατα αὐτοῦ παιδία. μὴ οὖν ὀλιγωρήσατε, πιστεύομεν εἰς τὸν πάντων δεσπότην, ὅτι μετὰ τοῦ νέου ἄρχοντος ἐξερχόμεθα ἐνταῦθα.