Ancient Greek
BGU 3 892
Documentary Papyri, Bgu 3 892
Not analysed yet
κυρίῳ μου γεούχωι Περοῦσις πλεῖστα χαίρειν …ἤκουσα παρὰ Ὀννώφριος καὶ Θέωνος ἀπὸ Πακὴ περὶ τῆς σῆς ἐπιδημίας εἰς Πακὴ καὶ προσέδρευσα ἐφʼ ἡμέρας δύο ἐκδεχόμενός σε καὶ διὰ τὸ τοῦτο οὐκ ἐδυνήθην παραγενέσθαι εἰς Τοοὺ Πασκώ· νῦν μὲν εἰ ἀσχολεῖς περὶ τοὺς γάμους ἐπεὶ οὐκ ἐδύνω ἐπανελθεῖν πρὸς ἐμὲ δήλωσόν μοι διὰ τῶν …ενη…ων περὶ τῆς ἡμέρας ἐν ᾗ γίνονται οἱ γάμοι, ἵνα ἀνέλθω πρὸς σὲ καὶ γράψον Κολλούθῳ …ει… τοῖς ἁλιεῦσι τῆς Κιρκα, ὅπως …αι αὐτοῖς πρὶν ἀναβῶ ἀ… δέ σοι ἡμικάδια τεσσαράκοντα διὰ Παχύμιος ἀρχεφόδου ἀπ… καὶ περιστερίδια ἑξήκοντα σῶα καὶ ὑγιῆ, ἀπόστειλον δέ μοι ἐν τάχει τὰ ἡμικάδια Εὖτος τῆς ἐλαιουργοῦ τῆς ἀπὸ Θαλλοῦ καὶ περὶ ὧν βούλει παρʼ ἐμοὶ ὧδε ἔξω πρᾶξαι δήλωσόν μοι, ἵνα ποιήσω ἐν τάχει πρὶν ἀναβῶ. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου, πολλοῖς χρόνοις εὐθυμοῦντα καὶ εὐπυγμοῦντα. τῷ ἀδελφῷ μου Περοῦσις