Ancient Greek
bgu 3 903
Documentary Papyri, Bgu 3 903
Not analysed yet
…οι καὶ …στρατηγήσαντ …τῶν μὲν …οἱ τῶν ἑξῆς κωμῶν κωμογραμματεῖς κεφάλαια ἀπὸ ὑποκειμένων καὶ ἄλλων φήσαντες ἀναλαμβάνεσθαι ἐν τοῖς ἐπὶ τῶν κωμῶν ἀναγραφομένοις ἀνδράσι ἐκούφισαν ἐπὶ τῷ τοῖς παλαιοῖς χρόνοις, ὅτε, φασίν, τὰ κεφάλαια ἐστάθη δίδοσθαι, τὰς κώμας πολλυάνδρους εἶναι νῦν δὲ εἰς ὀλίγους ἄνδρας τέλεον ἐγλελοιπέναι, τῷ δὲ ἀπὸ πλείονος ἀριθμοῦ εἰς ὀλίγους κατηντηκέναι, ἀφʼ ὧν τοὺς πλείστους ἐξασθενήσαντες ἀνακεχωρηκέναι καὶ προσέθηκαν Βασσαῖον Ῥοῦφον τὸν λαμπρότατον ἡγεμονεύσαντα τῷ θ ἔτει ὅτε τὸν νομὸν διελογίζετο, τὰ ὅμοια ἐπὶ ἑτέρων κωμῶν τοῦ νομοῦ ἀπολελυκέναι. τὰ δὲ ὑπʼ αὐτῶν κουφισθέντα τέλη ἑξῆς ἐφʼ ἑκάστης κώμης …τῷ ι ἔτει ἐπεσχέθη ἄχρι τῆς …